Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.193 Joseph. AJ 19.197 (English) >>Joseph. AJ 19.201

19.195παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δʼ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτʼ ἂν νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης· ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν. 19.196ἐπʼ ἀμφότερα δὲ οὗτος λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφʼ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετʼ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρʼ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον. 19.197οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτʼ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι. 19.198καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετʼ ὀλοφυρμοῦ καὶ δακρύων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.193 Joseph. AJ 19.197 (English) >>Joseph. AJ 19.201

Powered by PhiloLogic